Skip to main content

JOHANNES FRANZ


Ὁ Φρασικλὴς (κατὰ κόσμον Johannes Franz) γέγονε πρῶτος τῶν τὰ νῦν εἰκότως τὰς ἑλληνικὰς ἐπιγραφὰς πραγματευομένων, ὅτε δὴ πρῶτον ἐξέδωκε τὰ Epigraphices elementa καὶ δὴ καὶ ἄλλα ὧν διὰ τὸ πλῆθος νῦν δοκεῖ παραλείπειν. Γέγονε μὲν οὖν καὶ ἐν τοῖς μάλιστα μέγας φιλέλλην ὃς τὴν Ἑλλάδα ἐτίμησε τὴν, ὥσπερ ἡμεῖς ἡγούμεθα, διδακτικωτέραν καὶ σαφεστέραν Γραμματικὴν ξυγγράψας. Ἐν δὲ τῷ καλουμένῳ Ἑλληνισμῷ (οὕτως γὰρ ὠνόμασται ἡ Γραμματική) διασαφεῖ ἁπάσας τὰς τῆς γλώττης ἀπορίας ὥστε γενέσθαι ἡ πρὸς τοὺς Ἕλληνας ὁδὸς ῥᾴστη τε καὶ τῷ ὄντι βασιληίη. «Διὰ τοῦτο εἴσελθε σὺ καὶ ἀνάγνωσον ἐν τῷ τόμῷ...» (Ιερ. 36,6).