Skip to main content

Posts

Showing posts from December, 2015

JOHANNES FRANZ

Ὁ Φρασικλὴς (κατὰ κόσμον Johannes Franz) γέγονε πρῶτος τῶν τὰ νῦν εἰκότως τὰς ἑλληνικὰς ἐπιγραφὰς πραγματευομένων, ὅτε δὴ πρῶτον ἐξέδωκε τὰ Epigraphices elementa καὶ δὴ καὶ ἄλλα ὧν διὰ τὸ πλῆθος νῦν δοκεῖ παραλείπειν. Γέγονε μὲν οὖν καὶ ἐν τοῖς μάλιστα μέγας φιλέλλην ὃς τὴν Ἑλλάδα ἐτίμησε τὴν, ὥσπερ ἡμεῖς ἡγούμεθα, διδακτικωτέραν καὶ σαφεστέραν Γραμματικὴν ξυγγράψας. Ἐν δὲ τῷ καλουμένῳ Ἑλληνισμῷ (οὕτως γὰρ ὠνόμασται ἡ Γραμματική) διασαφεῖ ἁπάσας τὰς τῆς γλώττης ἀπορίας ὥστε γενέσθαι ἡ πρὸς τοὺς Ἕλληνας ὁδὸς ῥᾴστη τε καὶ τῷ ὄντι βασιληίη. «Διὰ τοῦτο εἴσελθε σὺ καὶ ἀνάγνωσον ἐν τῷ τόμῷ...» (Ιερ. 36,6).

DE RECTA PRONVNTIATIONE

οἱ τῆς δῆθεν ἐρασμιακῆς προφορᾶς τῷ τοῦ τ' ἀοιδίμου τ' ἐρασμίου καὶ σοφωτάτου ἀνδρὸς τουτουὶ ὀνόματι χρώμενοι παυσάντωσαν οὕτως φλυαροῦντες ὥσπερ χῆνες τοὺς ἀετοὺς δεδοικότες, ὅταν ὑπερβάλλωσιν τὸν Ταῦρον. τούτοις γὰρ ἡμεῖς ἀσμένως τῷ Θ προσπήγνυντες ὑπερφυῶς ὡς χαιροίμεθ' ἄν! ἆρα βούλεσθε ἡμᾶς τε καὶ τοὺς τῶν Ἑλλήνων συγγραφεῖς ῥᾷστα συνιέναι; ἀνάγνωτ' οὖν τὰ ἑξῆς καὶ ἐκμάθοιτε μεθ' ἡμῶν τὴν Ἀτθίδα φάτιν!

Erasmus, "Proverbiorum chiliades, ex tertia AV<C>TORIS recognitione", in inclyta Germaniae Basilea, MDXVIII, p. 141: "thita praefigere"
https://books.google.es/books?id=dAY60DjnIIUC&dq=inauthor%3AErasmus%20thita&hl=es&pg=PA141#v=onepage&q=inauthor:Erasmus%20thita&f=false